Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.432 | Joseph. BJ 6.439 (English) | >>Joseph. BJ 7.1 |
6.436Ἀσωχαῖος μὲν γὰρ ὁ τῶν Αἰγυπτίων βασιλεὺς καὶ μετʼ αὐτὸν Ἀντίοχος , ἔπειτα Πομπήιος καὶ ἐπὶ τούτοις σὺν Ἡρώδῃ Σόσσιος ἑλόντες ἐτήρησαν τὴν πόλιν .
6.437πρὸ δὲ τούτων ὁ τῶν Βαβυλωνίων βασιλεὺς κρατήσας ἠρήμωσεν αὐτὴν μετὰ ἔτη τῆς κτίσεως χίλια τετρακόσια ἑξηκονταοκτὼ μῆνας ἕξ .
6.438ὁ δὲ πρῶτος κτίσας ἦν Χαναναίων δυνάστης ὁ τῇ πατρίῳ γλώσσῃ κληθεὶς βασιλεὺς δίκαιος · ἦν γὰρ δὴ τοιοῦτος . διὰ τοῦτο ἱεράσατό τε τῷ θεῷ πρῶτος καὶ τὸ ἱερὸν πρῶτος δειμάμενος Ἱεροσόλυμα τὴν πόλιν προσηγόρευσεν Σόλυμα καλουμένην πρότερον .
6.439τὸν μὲν δὴ τῶν Χαναναίων λαὸν ἐκβαλὼν ὁ τῶν Ἰουδαίων βασιλεὺς Δαυίδης κατοικίζει τὸν ἴδιον , καὶ μετὰ τοῦτον ἔτεσι τετρακοσίοις ἑβδομήκοντα καὶ ἑπτὰ μησὶν ἓξ ὑπὸ Βαβυλωνίων κατασκάπτεται .
6.440ἀπὸ δὲ Δαυίδου τοῦ βασιλέως , ὃς πρῶτος αὐτῆς ἐβασίλευσεν Ἰουδαῖος , μέχρι τῆς ὑπὸ Τίτου γενομένης κατασκαφῆς ἔτη χίλια καὶ ἑκατὸν ἑβδομήκοντα καὶ ἐννέα .
6.441ἀπὸ δὲ τῆς πρώτης κτίσεως ἔτη μέχρι τῆς ἐσχάτης ἁλώσεως δισχίλια ἑκατὸν ἑβδομήκοντα καὶ ἑπτά .
-- -- ἀλλὰ γὰρ οὔθʼ ἡ ἀρχαιότης οὔθʼ ὁ πλοῦτος ὁ βαθὺς οὔτε τὸ διαπεφοιτηκὸς ὅλης τῆς οἰκουμένης ἔθνος οὔθʼ ἡ μεγάλη δόξα τῆς θρησκείας ἤρκεσέ τι πρὸς ἀπώλειαν αὐτῇ . τοιοῦτο μὲν δὴ τὸ τέλος τῆς Ἱεροσολύμων πολιορκίας .
-- --
6.442
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.432 | Joseph. BJ 6.439 (English) | >>Joseph. BJ 7.1 |